Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.73 Dem. 22.76 (English) >>Dem. 22.78

22.75οὕτω δʼ οὐ μόνον εἰς χρήματʼ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστʼ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσʼ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς , τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δʼ θυμιατήρια, ἂν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δʼ ἐπὶ μικροῖς τις σεμνύνηται, τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ οὐχ ὑμῶν ἄξια. 22.76καὶ οὐδʼ ἐκεῖνʼ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθʼ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, εἰσφέρων δʼ ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ὑπὲρ δόξης ἐξέστη. ἀφʼ ὧν κτήματʼ ἀθάνατʼ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπʼ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες τρεῖς, ἄγουσʼ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, σὺ πάλιν γράψεις καταχωνεύειν. 22.77οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδʼ ἃν καταράσαινθʼ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτʼ ἀνέθεσαν, οὐδʼ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷα σοὶ βεβίωται τῆς ἀγορᾶς εἴργοντες.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.73 Dem. 22.76 (English) >>Dem. 22.78

Powered by PhiloLogic